Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.55 Joseph. AJ 12.60 (English) >>Joseph. AJ 12.65

12.58τὴν μέντοι γε τῶν ἀναθημάτων πολυτέλειαν καὶ κατασκευήν, ἣν ἀπέστειλεν βασιλεὺς τῷ θεῷ, οὐκ ἀνεπιτήδειον ἡγησάμην διελθεῖν, ὅπως ἅπασιν τοῦ βασιλέως περὶ τὸν θεὸν φιλοτιμία φανερὰ γένηται· ἄφθονον γὰρ τὴν εἰς ταῦτα δαπάνην χορηγῶν βασιλεὺς καὶ παρὼν ἀεὶ τοῖς τεχνίταις καὶ τὰ ἔργα ἐπιβλέπων οὐδὲν ἀμελῶς οὐδὲ ῥᾳθύμως εἴα γίγνεσθαι τῶν κατασκευασμάτων. 12.59ὧν ἕκαστον οἷον ἦν τὴν πολυτέλειαν διηγήσομαι, τῆς μὲν ἱστορίας ἴσως οὐκ ἀπαιτούσης τὴν ἀπαγγελίαν, τὸ δὲ τοῦ βασιλέως φιλόκαλον καὶ μεγαλόφρον οὕτω συστήσειν τοῖς ἐντευξομένοις ὑπολαμβάνων. 12.60

Πρῶτον δὲ τὰ περὶ τῆς τραπέζης ἐκθήσομαι. εἶχεν μὲν οὖν διʼ ἐννοίας βασιλεὺς ὑπερμεγεθέστατον τοῖς μέτροις ἀπεργάσασθαι τὸ κατασκεύασμα, προσέταξε δὲ μαθεῖν τὸ μέγεθος τῆς ἀνακειμένης ἐν τοῖς Ἱεροσολύμοις τραπέζης πόσον τέ ἐστιν καὶ εἰ δύναται τούτου μεῖζον κατασκευασθῆναι. 12.61μαθὼν δὲ καὶ τὴν οὖσαν ἡλίκη τις ἦν, καὶ ὅτι αὐτῆς οὐδὲν κωλύει μείζονα γενέσθαι, φήσας καὶ πενταπλασίονα τῆς ὑπαρχούσης τῷ μεγέθει βούλεσθαι κατασκευάσαι, φοβεῖσθαι δέ, μὴ πρὸς τὰς λειτουργίας ἄχρηστος διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους γένηται· βούλεσθαι γὰρ οὐκ ἀνακεῖσθαι μόνον εἰς θέαν τἀναθήματα, ἀλλὰ καὶ πρὸς τὰς λειτουργίας εὔχρηστα· 12.62καὶ διὰ τοῦτο λογισάμενος σύμμετρον κατεσκευάσθαι τὴν προτέραν τράπεζαν, ἀλλʼ οὐ διὰ σπάνιν χρυσοῦ, τῷ μεγέθει μὲν οὐκ ἔγνω τὴν προϋπάρχουσαν ὑπερβαλεῖν, τῇ δὲ ποικιλίᾳ καὶ τῷ κάλλει τῆς ὕλης ἀξιολογωτέραν κατασκευάσαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.55 Joseph. AJ 12.60 (English) >>Joseph. AJ 12.65

Powered by PhiloLogic